Ακούστε Ζωντανά | 102.9 & 107.9 FM

ON AIR

Ευχαί Τραπέζης

30/03/2026

 

EYXAI TPAΠEZHΣ

* * * * * * * * * * * *

Πρὸ τοῦ γεύματος.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (γ΄).

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Μετὰ τὸ γεῦμα.

Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν. Μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας, ἀλλ’ ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ’ ἡμῶν καὶ σῶσον ἡμᾶς.

Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (γ΄).

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

* * *

Πρὸ τοῦ δείπνου.

Φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.

Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (γ΄).

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Μετὰ τὸ δεῖπνον.

Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. ῎Εδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσομεν· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκησας ἡμᾶς.

Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (γ΄).

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

Προτάσεις Καθημερινής Μελέτης

Σε συνεργασία με το www.agiazoni.gr

Calendar background icon Calendar background icon

Αγιολόγιο

Τρεις ιστορίες με τον Όσιο Ανδρέα τον δια Χριστόν Σαλό

Περισσότερα

Κυριακοδρόμιο

Κυριακή της Πεντηκοστής | Εκπομπή «Καρδιακός Λόγος»

Περισσότερα

Κυριακοδρόμιο

Κυριακή της Πεντηκοστής - Μητροπολίτης Λεμεσού Αθανάσιος

Περισσότερα

Συναξάρι

Η επαγγελία του Πατρός από την Ανάληψη στην Πεντηκοστή | Αρχιμανδρίτης Ζαχαρίας Ζάχαρου

Περισσότερα